Joel 3

1

And it shall come to pass afterward, that I will pour out of my Spirit upon all flesh; and your sons and your daughters shall prophesy, and your old men shall dream dreams, and your young men shall see visions.

ΚΑΙ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται·

2

And on my servants and on [my] handmaids in those days will I pour out of my Spirit.

καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.

3

And I will shew wonders in heaven, and upon the earth, blood, and fire, and vapor of smoke.

καὶ δώσω τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

4

The sun shall be turned into darkness, and the moon into blood, before the great and glorious day of the Lord come.

ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

5

And it shall come to pass [that] whosoever shall call on the name of the Lord shall be saved: for in mount Sion and in Jerusalem shall the saved one be as the Lord has said, and they that have glad tidings preached to them, whom the Lord has called.

καὶ ἔσται, πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὅτι ἐν τῷ ὄρει Σιὼν καὶ ἐν ῾Ιερουσαλὴμ ἔσται ἀνασῳζόμενος, καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς Κύριος προσκέκληται.