Joshua 11

1

And when Jabis the king of Asor heard, he sent to Jobab king of Maron, and to the king of Symoon, and to the king of Aziph,

ΩΣ δὲ ἤκουσεν ᾿Ιαβὶν βασιλεὺς ᾿Ασώρ, ἀπέστειλε πρὸς ᾿Ιαβὰβ βασιλέα Μαρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα ᾿Αζίφ

2

and to the kings who were by the great Sidon, to the hill country and to Araba opposite Keneroth, and to the plain, and to Phenaeddor,

καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς ῎Αραβα ἀπέναντι Κενερὼθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδὼρ

3

and to the Chananites on the coast eastward, and to the Amorites on the coast, and the Chettites, and the Pherezites, and the Jebusites in the mountain, and the Evites, and those dwelling under [mount] Aermon in the land Massyma.

καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους ᾿Αμορραίους καὶ τοὺς Χετταίους καὶ Φερεζαίους καὶ ᾿Ιεβουσαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Εὐαίους καὶ τοὺς ὑπὸ τὴν ᾿Αερμὼν εἰς γῆν Μασσηφά.

4

And they and their kings with them went forth, as the sand of the sea in multitude, and horses, and very many chariots.

καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ’ αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.

5

And all the kings assembled in person, and came to the same place, and encamped at the waters of Maron to war with Israel.

καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν ᾿Ισραήλ.

6

And the Lord said to Joshua, Be not afraid of them, for to-morrow [at] this time I will put them to flight before Israel: thou shalt hough their horses, and burn their chariots with fire

καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ᾿Ισραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.

7

And Joshua and all the men of war came upon them at the water of Maron suddenly; and they attacked them in the hill country.

καὶ ἦλθεν ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ’ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα καὶ ἐπέπεσαν ἐπ’ αὐτοὺς ἐν τῇ ὀρεινῇ.

8

And the Lord delivered them into the power of Israel; and they smote them and pursued them to great Sidon, and to Maseron, and to the plains of Massoch eastward; and they destroyed them till there was not one of them left that survived.

καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους ᾿Ισραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ’ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον.

9

And Joshua did to them, as the Lord commanded him: he houghed their horses, and burned their chariots with fire.

καὶ ἐποίησεν αὐτοῖς ᾿Ιησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί.

10

And Joshua returned at that time, and took Asor and her king; now Asor in former time was the chief of these kingdoms.

Καὶ ἀπεστράφη ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ᾿Ασὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ ᾿Ασὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.

11

And they slew with the sword all that breathed in it, and utterly destroyed them all, and there was no living thing left in it; and they burnt Asor with fire.

καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν ᾿Ασὼρ ἐνέπρησαν ἐν πυρί.

12

And Joshua took all the cities of the kingdoms, and their kings, and slew them with the edge of the sword; and utterly slew them, as Moses the servant of the Lord commanded.

καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ᾿Ιησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου.

13

But all the walled cities Israel burnt not; but Israel burnt Asor only.

ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ᾿Ισραήλ, πλὴν ᾿Ασὼρ μόνην ἐνέπρησεν ᾿Ισραὴλ

14

And the children of Israel took all its spoils to themselves; and they slew all the men with the edge of the sword, until he destroyed them; they left not one of them breathing.

καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον.

15

As the Lord commanded his servant Moses, even so Moses commanded Joshua; and so Joshua did, he transgressed no precept of all that Moses commanded him.

ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ᾿Ιησοῖ, καὶ οὕτως ἐποίησεν ᾿Ιησοῦς· οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.

16

And Joshua took all the hill country, and all the land of Nageb, and all the land of Gosom, and the plain country, and that toward the west, and the mountain of Israel and the low country by the mountain;

Καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν γῆν Ναγὲβ καὶ πᾶσαν τὴν γῆν Γοσὸμ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ᾿Ισραὴλ καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει

17

from the mountain of Chelcha, and that which goes up to Seir, and as far as Balagad, and the plains of Libanus, under mount Aermon; and he took all their kings, and destroyed, and slew them.

ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε.

18

And for many days Joshua waged war with these kings.

καὶ ἡμέρας πλείους ἐποίησεν ᾿Ιησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,

19

And there was no city which Israel took not; they took all in war.

καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν ᾿Ισραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.

20

For it was of the Lord to harden their hearts to go forth to war against Israel, that they might be utterly destroyed, that mercy should not be granted to them, but that they should be utterly destroyed, as the Lord said to Moses.

ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ᾿Ισραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ’ ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν.

21

And Joshua came at that time, and utterly destroyed the Enakim out of the hill country, from Chebron and from Dabir, and from Anaboth, and from all the race of Israel, and from all the mountain of Juda with their cities; and Joshua utterly destroyed them.

Καὶ ἦλθεν ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς ᾿Ενακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ ᾿Αναβὼθ καὶ ἐκ παντὸς γένους ᾿Ισραὴλ καὶ ἐκ παντὸς ὄρους ᾿Ιούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς ᾿Ιησοῦς.

22

There was not [any one] left of the Enakim by the children of Israel, only there was left of them in Gaza, and in Gath, and in Aseldo.

οὐ κατελείφθη τῶν ᾿Ενακὶμ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γὲθ καὶ ἐν ᾿Ασεδὼθ κατελείφθη.

23

And Joshua took all the land, as the Lord commanded Moses; and Joshua gave them for an inheritance to Israel by division according to their tribes; and the land ceased from war.

καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ᾿Ιησοῦς ἐν κληρονομίᾳ ᾿Ισραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.