Joshua 15
And the borders of the tribe of Juda according to their families were from the borders of Idumea from the wilderness of Sin, as far as Cades southward.
ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα.
And their borders were from the south as far as a part of the salt sea from the high country that extends southward.
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
And they proceed before the ascent of Acrabin, and go out round Sena, and go up from the south to Cades Barne; and go out to Asoron, and proceed up to Sarada, and go out by the way that is west of Cades.
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης
And they go out to Selmona, and issue at the valley of Egypt; and the termination of its boundaries shall be at the sea: these are their boundaries southward.
καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
And their boundaries eastward [are] all the salt sea as far as Jordan; and their borders from the north, and from the border of the sea, and from part of Jordan--
καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου·
the borders go up to Baethagla, and they go along from the north to Baetharaba, and the borders go on up to the stone of Baeon the son of Ruben.
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ῥουβήν,
And the borders continue on to the fourth part of the valley of Achor, and go down to Galgal, which is before the approach of Addamin, which is southward in the valley, and terminate at the water of the fountain of the sun; and their going forth shall be the fountain of Rogel.
καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ,
And the borders go up to the valley of Onom, behind Jebus southward; this is Jerusalem: and the borders terminate at the top of the mountain, which is before the valley of Onom toward the sea, which is by the side of the land of Raphain northward.
καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαΐν ἐπὶ βορρᾶ,
And the border [going forth] from the top of the mountain terminates at the fountain of the water of Naphtho, and terminates at mount Ephron; and the border will lead to Baal; this is the city of Jarim.
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ),
And the border will go round from Baal to the sea, and will go on to the mount of Assar behind the city of Jarin northwards; this is Chaslon: and it will come down to the city of Sun, and will go on to the south.
καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
And the border terminates behind Accaron northward, and the borders will terminate at Socchoth, and the borders will go on to the south, and will terminate at Lebna, and the issue of the borders will be at the sea; and their borders [shall be] toward the sea, the great sea shall be the boundary.
καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
These [are] the borders of the children of Juda round about according to their families.
ταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν.
And to Chaleb the son of Jephone he gave a portion in the midst of the children of Juda by the command of God; and Joshua gave him the city of Arboc the metropolis of Enac; this is Chebron.
καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών).
And Chaleb the son of Jephone destroyed thence the three sons of Enac, Susi, and Tholami, and Achima.
καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ.
And Chaleb went up thence to the inhabitants of Dabir; and the name of Dabir before was the City of letters.
καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
And Chaleb said, Whosoever shall take and destroy the City of letters, and master it, to him will I give my daughter Ascha to wife.
καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα·
And Gothoniel the son of Chenez the brother of Chaleb took it; and he gave him Ascha his daughter to wife.
καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
And it came to pass as she went out that she counseled him, saying, I will ask of my father a field; and she cried from off her ass; and Chaleb said to her, What is it?
καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
And she said to him, Give me a blessing, for thou hast set me in the land of Nageb; give me Golathmain: and he gave her Chaleb Golathmain the upper, and Golathmain the lower.
καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω.
This [is] the inheritance of the tribe of the children of Juda.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα.
And their cities were cities belonging to the tribe of the children of Juda on the borders of Edom by the wilderness, and Baeseleel, and Ara, and Asor,
᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ’ ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου,
and Cholaseola, and Beersabee; and their villages, and their hamlets,
καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
and Labos, and Sale, and Eromoth; twenty-nine cities, and their villages.
καὶ Λαβὼς καὶ Σαλὴ καὶ ᾿Ερωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.
and Jermuth, and Odollam, and Membra, and Saocho, and Azecah.
καὶ ῾Ιερμοὺθ καὶ ᾿Οδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ ᾿Αζηκὰ
And Sacarim and Gadera, and its villages; fourteen cities, and their villages;
καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
and Geddor, and Bagadiel, and Noman, and Machedan: sixteen cities, and their villages;
καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν·
and Keilam, and Akiezi, and Kezib, and Bathesar, and Aelom: ten cities, and their villages;
καὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
from Accaron, Gemna, and all the cities that are near Asedoth; and their villages.
ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν·
Asiedoth, and her villages, and her hamlets; Gaza, and its villages and its hamlets as far as the river of Egypt, and the great sea is the boundary.
᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
And in the hill country Samir, and Jether, and Socha,
καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ ᾿Ιεθὲρ καὶ Σωχὰ
and Gosom, and Chalu, and Channa: eleven cities, and their villages;
καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
and Euma, and the city Arboc, this is Chebron, and Soraith: nine cities and their villages:
καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
and Gabaa, and Thamnatha; nine cities, and their villages;
καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
and Magaroth, and Baethanam, and Thecum; six cities, and their villages; Theco, and Ephratha, this is Baethleem, and Phagor, and Aetan, and Culon, and Tatam, and Thobes, and Carem, and Galem, and Thether, and Manocho: eleven cities, and their villages,
καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
Cariathbaal, this [is] the city of Jarim, and Sotheba: two cities, and their villages:
Καριαθβαὰλ (αὕτη ἡ πόλις ᾿Ιαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
and Aechioza, and Naphlazon, and the cities of Sadon, and Ancades; seven cities, and their villages.
καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
And the Jebusite dwelt in Jerusalem, and the children of Juda could not destroy them; and the Jebusites dwelt in Jerusalem to this day.
καὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.