Judges 3

1

And these [are] the nations which the Lord left to prove Israel with them, all that had not known the wars of Chanaan.

ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν.

2

Only for the sake of the generations of Israel, to teach them war, only the men before them knew them not.

πλὴν διὰ τὰς γενεὰς υἱῶν ᾿Ισραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·

3

The five lordships of the Phylistines, and every Chananite, and the Sidonian, and the Evite who dwelt in Libanus from the mount of Aermon to Laboemath.

τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ ᾿Αερμὼν ἕως Λαβωεμάθ.

4

And [this] was done in order to prove Israel by them, to know whether they would obey the commands of the Lord, which he charged their fathers by the hand of Moses.

καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.

5

And the children of Israel dwelt in the midst of the Chananite, and the Chettite, and the Amorite, and the Pherezite, and the Evite, and the Jebusite.

καὶ οἱ υἱοὶ ᾿Ισραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου

6

And they took their daughters for wives to themselves, and they gave their daughters to their sons, and served their gods.

καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

7

And the children of Israel did evil in the sight of the Lord, and forgot the Lord their God, and served Baalim and the groves.

Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.

8

And the Lord was very angry with Israel, and sold them into the hand of Chusarsathaim king of Syria of the rivers: and the children of Israel served Chusarsathaim eight years.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ.

9

And the children of Israel cried to the Lord; and the Lord raised up a saviour to Israel, and he saved them, Gothoniel the son of Kenez, the brother of Chaleb younger than himself.

καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ ᾿Ισραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,

10

And the Spirit of the Lord came upon him, and he judged Israel; and he went out to war against Chusarsathaim: and the Lord delivered into his hand Chusarsathaim king of Syria of the rivers, and his hand prevailed against Chusarsathaim.

καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν ᾿Ισραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ.

11

And the land was quiet forty years; and Gothoniel the son of Kenez died.

καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.

12

And the children of Israel continued to do evil before the Lord: and the Lord strengthened Eglom king of Moab against Israel, because they had done evil before the Lord.

Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν ᾿Εγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν ᾿Ισραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου.

13

And he gathered to himself all the children of Ammon and Amalec, and went and smote Israel, and took possession of the city of Palm-trees.

καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν ᾿Ισραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων.

14

And the children of Israel served Eglom the king of Moab eighteen years.

καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ.

15

And the children of Israel cried to the Lord; and he raised up to them a saviour, Aod the son of Gera a son of Jemeni, a man who used both hands alike: and the children of Israel sent gifts by his hand to Eglom king of Moab.

καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν ᾿Αὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ ᾿Ιεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ.

16

And Aod made himself a dagger of two edges, of a span long, and he girded it under his cloak upon his right thigh.

καὶ ἐποίησεν ἑαυτῷ ᾿Αὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν.

17

And he went, and brought the presents to Eglom king of Moab, and Eglom [was] a very handsome man.

καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ· καὶ ᾿Εγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα.

18

And it came to pass when [Aod] had made an end of offering his gifts, that he dismissed those that brought the gifts.

καὶ ἐγένετο ἡνίκα συνετέλεσεν ᾿Αὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα·

19

And he himself returned from the quarries that are by Galgal; and Aod said, I have a secret errand to thee, O king! and Eglom said to him, Be silent: and he sent away from his presence all who waited upon him.

καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν ᾿Αώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν ᾿Εγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν.

20

And Aod went in to him; and he sat in his own upper summer chamber quite alone; and Aod said, I have a message from God to thee, O king: and Eglom rose up from his throne near him.

καὶ ᾿Αὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν ᾿Αώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου ᾿Εγλὼμ ἐγγὺς αὐτοῦ.

21

And it came to pass as he arose, that Aod stretched forth his left hand, and took the dagger off his right thigh, and plunged it into his belly;

καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν ᾿Αὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ

22

and drove in also the haft after the blade, and the fat closed in upon the blade, for he drew not out the dagger from his belly.

καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.

23

And Aod went out to the porch, and passed out by the appointed [guards], and shut the doors of the chamber upon him, and locked [them].

καὶ ἐξῆλθεν ᾿Αὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε·

24

And he went out: and Eglom’s servants came, and saw, and behold, the doors of the upper chamber [were] locked; and they said, Does he not uncover his feet in the summer-chamber?

καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;

25

And they waited till they were ashamed, and, behold, there was no one that opened the doors of the upper chamber; and they took the key, and opened them; and, behold, their lord was fallen down dead upon the earth.

καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

26

And Aod escaped while they were in a tumult, and no one paid attention to him; and he passed the quarries, and escaped to Setirotha.

καὶ ᾿Αὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά.

27

And it came to pass when Aod came into the land of Israel, that he blew the horn in mount Ephraim, and the children of Israel came down with him from the mountain, and he [was] before them.

καὶ ἐγένετο ἡνίκα ἦλθεν ᾿Αὼδ εἰς γῆν ᾿Ισραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.

28

And he said to them, Come down after me, for the Lord God has delivered our enemies, even Moab, into our hand; and they went down after him, and seized on the fords of Jordan before Moab, and he did not suffer a man to pass over.

καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.

29

And they smote Moab on that day about ten thousand men, every [lusty] person and every mighty man; and not a man escaped.

καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ.

30

So Moab was humbled in that day under the hand of Israel, and the land had rest eighty years; and Aod judged them till he died.

καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ᾿Ισραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς ᾿Αὼδ ἕως οὗ ἀπέθανε.

31

And after him rose up Samegar the son of Dinach, and smote the Philistines to the number of six hundred men with a ploughshare [such as is drawn by] oxen; and he too delivered Israel.

Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν ᾿Ισραήλ.