Judges 5
And Debbora and Barac son of Abineem sang in that day, saying,
ΚΑΙ ἦσαν Δεββώρα καὶ Βαρὰκ υἱὸς ᾿Αβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες·
A revelation was made in Israel when the people were made willing: Praise ye the Lord.
᾿Απεκαλύφθη ἀποκάλυμμα ἐν ᾿Ισραήλ· ἐν τῷ ἑκουσιασθῆναι λαόν, εὐλογεῖτε Κύριον.
Hear, ye kings, and hearken, rulers: I will sing, it is I [who will sing] to the Lord, it is I, I will sing a psalm to the Lord the God of Israel.
ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ Κυρίῳ, ἐγώ εἰμι, ἄσομαι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ ᾿Ισραήλ.
O Lord, in thy going forth on Seir, when thou wentest forth out of the land of Edom, the earth quaked and the heaven dropped dews, and the clouds dropped water.
Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ ᾿Εδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
The mountains were shaken before the face of the Lord Eloi, this Sina before the face of the Lord God of Israel.
ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου ᾿Ελωΐ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ ᾿Ισραήλ.
In the days of Samegar son of Anath, in the days of Jael, they deserted the ways, and went in by-ways; they went in crooked paths.
ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ ᾿Ανάθ, ἐν ἡμέραις ᾿Ιαὴλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας·
The mighty men in Israel failed, they failed until Debbora arose, until she arose a mother in Israel.
ἐξέλιπον δυνατοὶ ἐν ᾿Ισραήλ, ἐξέλιπον, ἕως οὗ ἀνέστη Δεββώρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν ᾿Ισραήλ.
They chose new gods; then the cities of rulers fought; there was not a shield or spear seen among forty thousand in Israel.
ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ᾿Ισραήλ.
My heart [inclines] to the orders given in Israel; ye that are willing among the people, bless the Lord.
ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ᾿Ισραήλ· οἱ ἐκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον.
Ye that mount a she-ass at noon-day, ye that sit on the judgment-seat, and walk by the roads of them that sit in judgment by the way; declare
ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ,
[ye that are delivered] from the noise of disturbers among the drawers of water; there shall they relate righteous acts: O Lord, increase righteous acts in Israel: then the people of the Lord went down to the cities.
διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας Κυρίῳ, δικαιοσύνας αὔξησον ἐν ᾿Ισραήλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου.
Awake, awake, Debbora; awake, awake, utter a song: arise, Barac, and lead thy captivity captive, son of Abineem.
ἐξεγείρου, ἐξεγείρου, Δεββώρα. ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς ᾿Αβινεέμ.
Then went down the remnant to the strong, the people of the Lord went down for him among the mighty ones from me.
τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς.
Ephraim rooted them out in Amalec, behind thee was Benjamin among thy people: the inhabitants of Machir came down with me searching out the enemy, and from Zabulon came they that draw with the scribe’s pen of record.
ἐξ ἐμοῦ ᾿Εφραὶμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ ᾿Αμαλήκ· ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.
And princes in Issachar were with Debbora and Barac, thus she sent Barac on his feet in the valleys into the portions of Ruben; great [pangs] reached to the heart.
καὶ ἀρχηγοὶ ἐν ᾿Ισσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ, οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ῥουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν.
Why did they sit between the sheep-folds to hear the bleating of flocks for the divisions of Ruben? [there were] great searchings of heart.
εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ῥουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας.
Galaad [is] on the other side of Jordan where he pitched his tents; and why does Dan remain in ships? Aser sat down on the sea-coasts, and he will tabernacle at his ports.
Γαλαὰδ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; ᾿Ασὴρ ἐκάθισε παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
The people Zabulon exposed their soul to death, and Nephthali came to the high places of their land.
Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ.
Kings set themselves in array, then the kings of Chanaan fought in Thanaach at the water of Mageddo; they took no gift of money.
ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον.
The stars from heaven set themselves in array, they set themselves [to fight] with Sisara out of their paths.
ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα.
The brook of Kison swept them away, the ancient brook, the brook Kison: my mighty soul will trample him down.
χειμάρρους Κισῶν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
When the hoofs of the horse were entangled, his mighty ones earnestly hasted
ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
to curse Meroz: Curse ye [it], said the angel of the Lord; cursed [is] every one that dwells in it, because they came not to the help of the Lord, to his help among the mighty.
καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.
Blessed among women be Jael wife of Chaber the Kenite; let her be blessed above women in tents.
εὐλογηθείη ἐν γυναιξὶν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
He asked for water, she gave him milk in a dish; she brought butter of princes.
ὕδωρ ᾔτησε, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκε βούτυρον.
She stretched forth her left hand to the nail, and her right to the hand workman’s hammer, and she smote Sisara with it, she nailed through his head and smote him; she nailed through his temples.
χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ.
He rolled down between her feet; he fell and lay between her feet; he bowed and fell: where he bowed, there he fell dead.
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσε καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
The mother of Sisara looked down through the window out of the loophole, [saying], Why was his chariot ashamed? why did the wheels of his chariots tarry?
διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ἠσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ.
Her wise ladies answered her, and she returned answers to herself, [saying],
αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ.
Will they not find him dividing the spoil? he will surely be gracious to every man: [there are] spoils of dyed garments for Sisara, spoils of various dyed garments, dyed embroidered garments, they [are] the spoils for his neck.
οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
Thus let all thine enemies perish, O Lord: and they that love him shall be as the going forth of the sun in his strength. And the land had rest forty years.
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.