Judith 3

1

So they sent ambassadors unto him to treat of peace, saying,

ΚΑΙ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες·

2

Behold, we the servants of Nabuchodonosor the great king lie before thee; use us as shall be good in thy sight.

ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου·

3

Behold, our houses, and all our places, and all our fields of wheat, and flocks, and herds, and all the lodges of our tents lie before thy face; use them as it pleaseth thee.

ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθ᾿ ὃν ἂν ἀρέσκῃ σοι.

4

Behold, even our cities and the inhabitants thereof are thy servants; come and deal with them as seemeth good unto thee.

ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σού εἰσιν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

5

So the men came to Holofernes, and declared unto him after this manner.

καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς ᾿Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα.

6

Then came he down toward the sea coast, both he and his army, and set garrisons in the high cities, and took out of them chosen men for aid.

καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους·

7

So they and all the country round about received them with garlands, with dances, and with timbrels.

καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.

8

Yet he did cast down their frontiers, and cut down their groves: for he had decreed to destroy all the gods of the land, that all nations should worship Nabuchodonosor only, and that all tongues and tribes should call upon him as god.

καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε, καὶ ἦν δεδομένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.

9

Also he came over against Esdraelon near unto Judea, over against the great strait of Judea.

καὶ ἦλθε κατὰ πρόσωπον ᾿Εσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς ᾿Ιουδαίας,

10

And he pitched between Geba and Scythopolis, and there he tarried a whole month, that he might gather together all the carriages of his army.

καὶ κατεστρατοπέδευσεν ἀνὰ μέσον Γαβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.