Judith 9
Judith fell upon her face, and put ashes upon her head, and uncovered the sackcloth wherewith she was clothed; and about the time that the incense of that evening was offered in Jerusalem in the house of the Lord Judith cried with a loud voice, and said,
ΙΟΥΔΙΘ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν ῾Ιερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδὶθ πρὸς Κύριον καὶ εἶπε·
O Lord God of my father Simeon, to whom thou gavest a sword to take vengeance of the strangers, who loosened the girdle of a maid to defile her, and discovered the thigh to her shame, and polluted her virginity to her reproach; for thou saidst, It shall not be so; and yet they did so:
Κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ, οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν
Wherefore thou gavest their rulers to be slain, so that they dyed their bed in blood, being deceived, and smotest the servants with their lords, and the lords upon their thrones;
ἀνθ᾿ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν.
And hast given their wives for a prey, and their daughters to be captives, and all their spoils to be divided among thy dear children; which were moved with thy zeal, and abhorred the pollution of their blood, and called upon thee for aid: O God, O my God, hear me also a widow.
καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν. ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας·
For thou hast wrought not only those things, but also the things which fell out before, and which ensued after; thou hast thought upon the things which are now, and which are to come.
σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,
Yea, what things thou didst determine were ready at hand, and said, Lo, we are here: for all thy ways are prepared, and thy judgments are in thy foreknowledge.
καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν· ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει·
For, behold, the Assyrians are multiplied in their power; they are exalted with horse and man; they glory in the strength of their footmen; they trust in shield, and spear, and bow, and sling; and know not that thou art the Lord that breakest the battles: the Lord is thy name.
ἰδοὺ γὰρ ᾿Ασσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.
Throw down their strength in thy power, and bring down their force in thy wrath: for they have purposed to defile thy sanctuary, and to pollute the tabernacle where thy glorious name resteth and to cast down with sword the horn of thy altar.
Κύριος ὄνομά σοι· σὺ ράξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.
Behold their pride, and send thy wrath upon their heads: give into mine hand, which am a widow, the power that I have conceived.
βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.
Smite by the deceit of my lips the servant with the prince, and the prince with the servant: break down their stateliness by the hand of a woman.
πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ᾿ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστημα ἐν χειρὶ θηλείας·
For thy power standeth not in multitude nor thy might in strong men: for thou art a God of the afflicted, an helper of the oppressed, an upholder of the weak, a protector of the forlorn, a saviour of them that are without hope.
οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.
I pray thee, I pray thee, O God of my father, and God of the inheritance of Israel, Lord of the heavens and earth, Creator of the waters, king of every creature, hear thou my prayer:
ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρός μου καὶ Θεὸς κληρονομίας ᾿Ισραήλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου
And make my speech and deceit to be their wound and stripe, who have purposed cruel things against thy covenant, and thy hallowed house, and against the top of Sion, and against the house of the possession of thy children.
καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιὼν καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.
And make every nation and tribe to acknowledge that thou art the God of all power and might, and that there is none other that protecteth the people of Israel but thou.
καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους ᾿Ισραήλ, εἰ μὴ σύ.