Leviticus 10
And the two sons of Aaron, Nadab and Abiud, took each his censer, and put fire therein, and threw incense thereon, and offered strange fire before the Lord, which the Lord did not command them,
Καὶ λαβόντες οἱ δύο υἱοὶ ᾿Ααρὼν Ναδὰβ καὶ ᾿Αβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.
and fire came forth from the Lord, and devoured them, and they died before the Lord.
καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου.
And Moses said to Aaron, This is the thing which the Lord spoke, saying, I will be sanctified among them that draw nigh to me, and I will be glorified in the whole congregation; and Aaron was pricked [in his heart].
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη ᾿Ααρών.
And Moses called Misadae, and Elisaphan, sons of Oziel, sons of the brother of Aaron’s father, and said to them, Draw near and take your brethren from before the sanctuary out of the camp.
καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη καὶ τὸν ᾿Ελισαφάν, υἱοὺς ᾿Οζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς ᾿Ααρών, καὶ εἶπεν αὐτοῖς· προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.
And they came near and took them in their coats out of the camp, as Moses said.
καὶ προσῆλθον καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς.
And Moses said to Aaron, and Eleazar and Ithamar his sons that were left, Ye shall not make bare your heads, and ye shall not tear your garments; that ye die not, and [so] there should be wrath on all the congregation: but your brethren, [even] all the house of Israel, shall lament for the burning, with which they were burnt by the Lord.
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος ᾿Ισραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.
And ye shall not go forth from the door of the tabernacle of witness, that ye die not; for the Lord’s anointing oil [is] upon you: and they did according to the word of Moses.
καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾿ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ.
Ye shall not drink wine nor strong drink, thou and thy sons with thee, whensoever ye enter into the tabernacle of witness, or when ye approach the altar, so shall ye not die; [it is] a perpetual statute for your generations,
οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε (νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν)
to distinguish between sacred and profane, and between clean and unclean,
διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.
and to teach the children of Israel all the statutes, which the Lord spoke to them by Moses.
καὶ συμβιβάσεις τοὺς υἱοὺς ᾿Ισραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.
And Moses said to Aaron, and to Eleazar and Ithamar, the sons of Aaron who survived, Take the sacrifice that is left of the burnt-offerings of the Lord, and ye shall eat unleavened bread by the altar: it is most holy.
Καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ πρὸς ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλειφθέντας· λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί.
And ye shall eat it in the holy place; for this is a statute for thee and a statute for thy sons, of the burnt-offerings to the Lord; for so it has been commanded me.
καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.
And ye shall eat the breast of separation, and the shoulder of the choice-offering in the holy place, thou and thy sons and thy house with thee; for it has been given as an ordinance for thee and an ordinance for thy sons, of the sacrifices of peace-offering of the children of Israel.
καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν ᾿Ισραήλ.
They shall bring the shoulder of the choice-offering, and the breast of the separation upon the burnt-offerings of the fat, to separate for a separation before the Lord; and it shall be a perpetual ordinance for thee and thy sons and thy daughters with thee, as the Lord commanded Moses.
τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
And Moses diligently sought the goat of the sin-offering, but it had been consumed by fire; and Moses was angry with Eleazar and Ithamar the sons of Aaron that were left, saying,
Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς. καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλελειμμένους, λέγων·
Why did ye not eat the sin-offering in the holy place? for because it is most holy he has given you this to eat, that ye might take away the sin of the congregation, and make atonement for them before the Lord.
διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστί, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου·
For the blood of it was not brought into the holy place: ye shall eat it within, before [the Lord], as the Lord commanded me.
οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος.
And Aaron spoke to Moses, saying, If they have brought nigh to-day their sin-offerings, and their whole-burnt-offerings before the Lord, and these events have happened to me, and [yet] I should eat to-day of the sin-offerings, would it be pleasing to the Lord?
καὶ ἐλάλησεν ᾿Ααρὼν πρὸς Μωυσῆν, λέγων· εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα· καὶ φάγομαι τὰ περί τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ;