Leviticus 24

1

And the Lord spoke to Moses, saying,

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

2

Charge the children of Israel, and let them take for thee pure olive oil beaten for the light, to burn a lamp continually,

ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντός.

3

outside the veil in the tabernacle of witness; and Aaron and his sons shall burn it from evening until morning before the Lord continually, a perpetual statute throughout your generations.

ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωΐ ἐνώπιον Κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

4

Ye shall burn the lamps on the pure lamp-stand before the Lord till the morrow.

ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ.

5

And ye shall take fine flour, and make of it twelve loaves; each loaf shall be of two tenth parts.

Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς·

6

And ye shall put them [in] two rows, each row [containing] six loaves, on the pure table before the Lord.

καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου.

7

And ye shall put on [each] row pure frankincense and salt; and [these things] shall be for loaves for a memorial, set forth before the Lord.

καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.

8

On the sabbath-day they shall be set forth before the Lord continually before the children of Israel, for an everlasting covenant.

τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, διαθήκην αἰώνιον.

9

And they shall be for Aaron and his sons, and they shall eat them in the holy place: for this is their most holy portion of the offerings made to the Lord, a perpetual statute.

καὶ ἔσται ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.

10

And there went forth a son of an Israelitish woman, and he was son of an Egyptian man among the sons of Israel; and they fought in the camp, the son of the Israelitish woman, and a man who was an Israelite.

Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς ᾿Ισραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς ᾿Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ ᾿Ισραηλίτης·

11

And the son of the Israelitish woman named THE NAME and curse; and they brought him to Moses: and his mother’s name was Salomith, daughter of Dabri of the tribe of Dan.

καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς ᾿Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο. καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν.

12

And they put him in ward, to judge him by the command of the Lord.

καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου.

13

And the Lord spoke to Moses, saying,

καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

14

Bring forth him that cursed outside the camp, and all who heard shall lay their hands upon his head, and all the congregation shall stone him.

ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.

15

And speak to the sons of Israel, and thou shalt say to them, Whosoever shall curse God shall bear his sin.

καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεόν, ἁμαρτίαν λήψεται·

16

And he that names the name of the Lord, let him die the death: let all the congregation of Israel stone him with stones; whether he be a stranger or a native, let him die for naming the name of the Lord.

ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ ᾿Ισραήλ· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω.

17

And whosoever shall smite a man and he die, let him die the death.

καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω.

18

And whosoever shall smite a beast, and it shall die, let him render life for life.

καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς.

19

And whosoever shall inflict a blemish on his neighbour, as he has done to him, so shall it be done to himself in return;

καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ·

20

bruise for bruise, eye for eye, tooth for tooth: as any one may inflict a blemish on a man, so shall it be rendered to him.

σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ.

21

Whosoever shall smite a man, and he shall die, let him die the death.

ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·

22

There shall be one judgment for the stranger and the native, for I [am] the Lord your God.

δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

23

And Moses spoke to the children of Israel, and they brought him that had cursed out of the camp, and stoned him with stones: and the children of Israel did as the Lord commanded Moses.

καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.