Nehemiah 12

1

Now these [are] the priests and the Levites that went up with Zorobabel the son of Salathiel and Jesus: Saraia, Jeremia, Esdra,

ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦ· Σαραΐα, ῾Ιερεμία, ῎Εσδρα,

2

Amaria, Maluch,

᾿Αμαρία, Μαλούχ,

3

Sechenia.

Σεχενία·

7

These [were] the chiefs of the priests, and their brethren in the days of Jesus.

οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις ᾿Ιησοῦ.

8

And the Levites [were], Jesus, Banui, Cadmiel, Sarabia, Jodae, Matthania: he [was] over the bands,

καὶ οἱ Λευῖται, ᾿Ιησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, ᾿Ιωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας.

9

and his brethren [were appointed] to the daily courses.

10

And Jesus begot Joakim, and Joakim begot Eliasib, and Eliasib [begot] Jodae,

καὶ ᾿Ιησοῦς ἐγέννησε τὸν ᾿Ιωακίμ, καὶ ᾿Ιωακὶμ ἐγέννησε τὸν ᾿Ελιασίβ, καὶ ᾿Ελιασὶβ τὸν ᾿Ιωδαέ,

11

and Jodae begot Jonathan, and Jonathan begot Jadu.

καὶ ᾿Ιωδαὲ ἐγέννησε τὸν ᾿Ιωνάθαν, καὶ ᾿Ιωνάθαν ἐγέννησε τὸν ᾿Ιαδού.

12

And in the days of Joakim, his brethren the priests and the heads of families [were, belonging] to Saraia, Amaria; to Jeremia, Anania;

καὶ ἐν ἡμέραις ᾿Ιωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα ᾿Αμαρία, τῷ ῾Ιερεμίᾳ ᾿Ανανία,

13

to Esdra, Mesulam; to Amaria, Joanan;

τῷ ῎Εσδρᾳ Μεσουλάμ, τῷ ᾿Αμαρίᾳ ᾿Ιωανάν,

14

to Amaluch, Jonathan; to Sechenia, Joseph;

τῷ ᾿Αμαλοὺχ ᾿Ιωνάθαν, τῷ Σεχενίᾳ ᾿Ιωσήφ,

15

to Are, Mannas; to Marioth, Elcai;

τῷ ᾿Αρὲ Μαννάς, τῷ Μαριὼθ ᾿Ελκαΐ,

16

to Adadai, Zacharia; to Ganathoth, Mesolam;

τῷ ᾿Αδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μεσολάμ,

17

to Abia, Zechri; to Miamin, Maadai; to Pheleti, [one];

τῷ ᾿Αβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί,

18

to Balgas, Samue; to Semia, Jonathan;

τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ ᾿Ιωνάθαν,

19

to Joarib, Matthanai; to Edio, Ozi;

τῷ ᾿Ιωαρὶβ Ματθαναΐ, τῷ ᾿Εδίῳ ᾿Οζί,

20

to Salai, Callai; to Amec, Abed;

τῷ Σαλαΐ Καλλαΐ, τῷ ᾿Αμὲκ ᾿Αβέδ,

21

to Elkia, Asabias; to Jedeiu, Nathanael.

τῷ ᾿Ελκίᾳ ᾿Ασαβίας, τῷ ᾿Ιεδεϊοὺ Ναθαναήλ.

22

The Levites in the days of Eliasib, Joada, and Joa, and Joanan, and Idua, [were] recorded heads of families: also the priests, in the reign of Darius the Persian.

οἱ Λευῖται ἐν ἡμέραις ᾿Ελιασίβ, ᾿Ιωαδὰ καὶ ᾿Ιωὰ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

23

And the sons of Levi, heads of families, [were] written in the book of the chronicles, even to the days of Joanan son of Elisue.

υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν ᾿Ιωανὰν υἱοῦ ᾿Ελισουέ.

24

And the heads of the Levites [were] Asabia, and Sarabia, and Jesu: and the sons of Cadmiel, and their brethren over against them, were to sing hymns of praise, according to the commandment of David the man of God, course by course.

καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν ᾿Ασαβία καὶ Σαραβία καὶ ᾿Ιησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

25

When I gathered the porters,

ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

26

[it was] in the days of Joakim son of Jesus, son of Josedec, and in the days of Neemia: and Esdras the priest [was] scribe.

ἐν ἡμέραις ᾿Ιωακὶμ υἱοῦ ᾿Ιησοῦ, υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεύς.

27

And at the dedication of the wall of Jerusalem they sought the Levites in their places, to bring them to Jerusalem, to keep a feast of dedication and gladness with thanksgiving, and they sounded cymbals with songs, and [had] psalteries and harps.

Καί ἐν ἐγκαινίοις τείχους ῾Ιερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς ῾Ιερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.

28

And the sons of the singers were assembled both from the neighbourhood round about to Jerusalem, and from the villages,

καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἆδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων

29

and from the country: for the singers built themselves villages by Jerusalem.

καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν ῾Ιερουσαλήμ.

30

And the priests and the Levites purified themselves, and they purified the people, and the porters, and the wall.

καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

31

And they brought up the princes of Juda on the wall, and they appointed two great [companies] for thanksgiving, and they passed on the right hand on the wall of the dung-gate.

καὶ ἀνήνεγκα τοὺς ἄρχοντας ᾿Ιούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,

32

And after them went Osaia, and half the princes of Juda,

καὶ ἐπορεύθη ὀπίσω αὐτῶν ᾿Ωσαΐα καὶ ἥμισυ ἀρχόντων ᾿Ιούδα

33

and Azarias, and Esdras, and Mesollam,

καὶ ᾿Αζαρίας καὶ ῎Εσδρας καὶ Μεσολλάμ,

34

and Juda, and Benjamin, and Samaias and Jeremia.

καὶ ᾿Ιούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ ῾Ιερεμία

35

And [some] of the sons of the priest with trumpets, Zacharias son of Jonathan, son of Samaias, son of Matthania, son of Michaia, son of Zacchur, son of Asaph:

καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς ᾿Ιωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς ᾿Ασάφ·

36

and his brethren, Samaia, and Oziel, Gelol, Jama, Aia, Nathanael, and Juda, Anani, to praise with the hymns of David the man of God; and Esdras the scribe [was] before them,

καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ ᾿Οζιήλ, Γελώλ, ᾿Ιαμά, ᾿Αΐα, Ναθαναὴλ καὶ ᾿Ιούδα, ᾿Ανανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ ῎Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν·

37

at the gate, to praise before them, and they went up by the steps of the city of David, in the ascent of the wall, above the house of David, even to the water-gate [toward the east.

ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.

38

And for praise, the second [group] went forth to meet them; and I was behind them. And half of the people [were] above the wall, up above the tower of the furnace and unto the broad wall.

καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος

39

And up above the gate] of Ephraim, and to the fish-gate, and by the tower of Anameel, and as far as the sheep-gate [and they stopped at the gate of the prison].

καὶ ὑπεράνω τῆς πύλης ᾿Εφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ ᾿Αναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.

40

And the two [groups] stood for praise in [the] house of God, and I and half of the commanders [were] with me.

καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ

41

And the priests Eliakim, Maasias, Beniamin, Michaias, Elioenai, Zacharias, Ananias [were] with trumpets;

καὶ οἱ ἱερεῖς ᾿Ελιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, ᾿Ελιωηναί, Ζαχαρίας, ᾿Ανανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ ᾿Ελεάζαρ καὶ ᾿Οζὶ καὶ ᾿Ιωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ ᾿Εζούρ,

42

and Maasias and Semeias and Eleazar and Ozi and Joanan and Melchias and Ailam and Ezour,] and the singers were heard, and were numbered.

καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.

43

And in that day they offered great sacrifices, and rejoiced; for God had made them very joyful: and their wives and their children rejoiced: and the joy in Jerusalem was heard from afar off.

καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν ῾Ιερουσαλὴμ ἀπὸ μακρόθεν.

44

And in that day they appointed men over the treasuries, for the treasures, the first-fruits, and the tithes, and [for] the chiefs of the cities who were assembled among them, [to furnish] portions for the priests and Levites: for [there was] joy in Juda over the priests and over the Levites that waited.

Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν ᾿Ιούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.

45

And they kept the charges of their God, and the charges of the purification, and [ordered] the singers and the porters, according to the commandments of David and his son Solomon.

καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ.

46

For in the days of David Asaph was originally first of the singers, and [they sang] hymns and praise to God.

ὅτι ἐν ἡμέραις Δαυὶδ ᾿Ασὰφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ἆδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ.

47

And all Israel in the days of Zorobabel, and in the days of Neemias, gave the portions of the singers and the porters, a daily rate: and consecrated them to the Levites: and the Levites consecrated them to the sons of Aaron.

καὶ πᾶς ᾿Ισραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς ᾿Ααρών.