Numbers 23
And Balaam said to Balac, Build me here seven altars, and prepare me here seven calves, and seven rams.
ΚΑΙ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
And Balac did as Balaam told him; and he offered up a calf and a ram on [every] altar.
καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
And Balaam said to Balac, Stand by thy sacrifice, and I will go and see if God will appear to me and meet me, and the word which he shall shew me, I will report to thee. And Balac stood by his sacrifice.
καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.
And Balaam went to enquire of God; and he went straight forward, and God appeared to Balaam; and Balaam said to him, I have prepared the seven altars, and have offered a calf and a ram on [every] altar.
καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
And God put a word into the mouth of Balaam, and said, thou shalt return to Balac, and thus shalt thou speak.
καὶ ἐνέβαλεν ὁ Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις.
And he returned to him, and moreover he stood over his whole-burnt-offerings, and all the princes of Moab with him; and the Spirit of God came upon him.
καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ’ αὐτῷ,
And he took up his parable, and said, Balac king of Moab sent for me out of Mesopotamia, out of the mountains of the east, saying, Come, curse me Jacob, and Come, call for a curse for me upon Israel.
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν ᾿Ιακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ᾿Ισραήλ.
How can I curse whom the Lord curses not? or how can I devote whom God devotes not?
τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;
For from the top of the mountains I shall see him, and from the hills I shall observe him: behold, the people shall dwell alone, and shall not be reckoned among the nations.
ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
Who has exactly calculated the seed of Jacob, and who shall number the families of Israel? let my soul die with the souls of the righteous, and let my seed be as their seed.
τίς ἐξηκριβάσατο τὸ σπέρμα ᾿Ιακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους ᾿Ισραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
And Balac said to Balaam, What hast thou done to me? I called thee to curse my enemies, and behold thou hast greatly blessed [them].
καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
And Balaam said to Balac, Whatsoever the Lord shall put into my mouth, shall I not take heed to speak this?
καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
And Balac said to him, Come yet with me to another place where thou shalt not see the people, but only thou shalt see a part of them, and shalt not see them all; and curse me them from thence.
Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
And he took him to a high place of the field to the top of the quarried [rock], and he built there seven altars, and offered a calf and a ram on [every] altar.
καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
And Balaam said to Balac, Stand by thy sacrifice, and I will go to enquire of God.
καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
And God met Balaam, and put a word into his mouth, and said, return to Balac, and thus shalt thou speak.
καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις.
And he returned to him: and he also as standing by his whole-burnt-sacrifice, and all the princes of Moab with him; and Balac said to him, What has the Lord spoken?
καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος;
And he took up his parable, and said, rise up, Balac, and hear; hearken as a witness, thou son of Sepphor.
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.
God is not as man to waver, nor as the son of man to be threatened; shall he say and not perform? shall he speak and not keep [to his word]?
οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ’ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
Behold, I have received [commandment] to bless: I will bless, and not turn back.
ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.
There shall not be trouble in Jacob, neither shall sorrow be seen in Israel: the Lord his God [is] with him, the glories of rulers [are] in him.
οὐκ ἔσται μόχθος ἐν ᾿Ιακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν ᾿Ισραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ·
It was God who brought him out of Egypt; he has as it were the glory of a unicorn.
Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.
For there is no divination in Jacob, nor enchantment in Israel; in season it shall be told to Jacob and Israel what God shall perform.
οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ᾿Ιακώβ, οὐδὲ μαντεία ἐν ᾿Ισραήλ· κατὰ καιρὸν ρηθήσεται ᾿Ιακὼβ καὶ τῷ ᾿Ισραήλ, τί ἐπιτελέσει ὁ Θεός.
Behold, the people shall rise up as a lion’s whelp, and shall exalt himself as a lion; he shall not lie down till he have eaten the prey, and he shall drink the blood of the slain.
ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
And Balac said to Balaam, Neither curse the people at all for me, nor bless them at all.
καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
And Balaam answered and said to Balac, Spoke I not to thee, saying, Whatsoever thing God shall speak to me, that will I do?
καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω;
And Balac said to Balaam, Come [and] I will remove thee to another place, if it shall please God, and curse me them from thence.
Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
And Balac took Balaam to the top of Phogor, which extends to the wilderness.
καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.
And Balaam said to Balac, build me here seven altars, and prepare me here seven calves, and seven rams.
καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
And Balac did as Balaam told him, and offered a calf and a ram on [every] altar.
καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.