Psalm 16 [MT 17]
- Imprecatory
[A prayer of David.] Hearken, O Lord of my righteousness, attend to my petition; give ear to my prayer not [uttered] with deceitful lips.
Προσευχὴ τοῦ Δαυΐδ. - ΕΙΣΑΚΟΥΣΟΝ, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.
Let my judgment come forth from thy presence; let mine eyes behold righteousness.
ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
Thou hast proved mine heart; thou hast visited [me] by night; thou hast tried me as with fire, and unrighteousness has not been found in me: [I am purposed] that my mouth shall not speak [amiss].
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
As for the works of men, by the words of thy lips I have guarded [myself from] hard ways.
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
Direct my steps in thy paths, that my steps slip not.
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.
I have cried, for thou heardest me, O God: incline thine ear to me, and hearken to my words.
ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
Shew the marvels of thy mercies, thou that Savest them that hope in thee.
θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.
Keep me as the apple of the eye from those that resist thy right hand: thou shalt screen me by the covering of thy wings,
φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
from the face of the ungodly that have afflicted me: mine enemies have compassed about my soul.
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
They have enclosed [themselves with] their own fat: their mouth has spoken pride.
τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
They have now cast me out and compassed me round about: they have set their eyes [so as] to bow them down to the ground.
ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
They laid wait for me as a lion ready for prey, and like a lion’s whelp dwelling in secret [places].
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Arise, O Lord, prevent them, and cast them down: deliver my soul from the ungodly: [draw] thy sword, because of the enemies of thine hand:
ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
O Lord, destroy them from the earth; scatter them in their life, though their belly has been filled with thy hidden [treasures]: they have been satisfied with uncleanness,* and have left the remnant [of their possessions] to their babes.
Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
But I shall appear in righteousness before thy face: I shall be satisfied when thy glory appears. _______ * Alex . children
ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. ______ * Ἄλλη γραφή· ὑείων.