Psalm 22 [MT 23]
[A Psalm of David.] The Lord tends me as a shepherd, and I shall want nothing.
Ψαλμὸς τῷ Δαυΐδ. - ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
In a place of green grass, there he has made me dwell: he has nourished me by the water of rest.
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με,
He has restored my soul: he has guided me into the paths of righteousness, for his name’s sake.
τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Yea, even if I should walk in the midst of the shadow of death, I will not be afraid of evils: for thou art with me; thy rod and thy staff, these have comforted me.
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.
Thou hast prepared a table before me in presence of them that afflict me: thou hast thoroughly anointed my head with oil; and thy cup cheers me like the best [wine].
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.
Thy mercy also shall follow me all the days of my life: and my dwelling [shall be] in the house of the Lord for a very long time.
καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.