Psalm 53 [MT 54]
when the Ziphites came and said to Saul, Lo, is not David hid with us?]
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν; -
Save me, O God, by thy name, and judge me by thy might.
Ο ΘΕΟΣ, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
O God, hear my prayer; hearken to the words of my mouth.
ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
For strangers have risen up against me, and mighty men have sought my life: they have not set God before them. Pause.
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. (διάψαλμα).
For lo! God assists me; and the Lord is the helper of my soul.
ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.
He shall return evil to mine enemies; utterly destroy them in thy truth.
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
I will willingly sacrifice to thee: I will give thanks to thy name, O Lord; for [it is] good.
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·
For thou hast delivered me out of all affliction, and mine eye has seen [my desire] upon mine enemies.
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.