Psalm 92 [MT 93]

1

[For the day before the Sabbath, when the land was [first] inhabited, the praise of a Song by David.] The Lord reigns; he has clothed himself with honour: the Lord has clothed and girded himself with strength; for he has established the world, which shall not be moved.

Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυΐδ. - Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

2

Thy throne is prepared of old: thou art from everlasting.

ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.

3

The rivers have lifted up, O Lord, the rivers have lifted up their voices,

ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

4

at the voices of many waters: the billows of the sea are wonderful: the Lord is wonderful in high places.

ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

5

Thy testimonies are made very sure: holiness becomes thine house, O Lord, for ever.

τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.