Ruth 1
And it came to pass when the judges ruled, that there was a famine in the land: and a man went from Bethleem Juda to sojourn in the land of Moab, he, and his wife, and his two sons.
ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
And the man’s name [was] Elimelech, and his wife’s name Noemin, and the names of his two sons Maalon and Chelaion, Ephrathites of Bethleem of Juda: and they came to the land of Moab, and remained there.
καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.
And Elimelech the husband of Noemin died; and she was left, and her two sons.
και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
And they took to themselves wives, women of Moab; the name of the one [was] Orpha, and the name of the second Ruth; and they dwelt there about ten years.
καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ῥούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
And both Maalon and Chelaion died also; and the woman was left of her husband and her two sons.
καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
And she rose up and her two daughters-in-law, and they returned out of the country of Moab, for she heard in the country of Moab that the Lord [had] visited his people to give them bread.
καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους,
And she went forth out of the place where she was, and her two daughters-in-law with her: and they went by the way to return to the land of Juda.
καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ᾿Ιούδα.
And Noemin said to her daughter-in-law, Go now, return each to the house of her mother: the Lord deal mercifully with you, as ye have dealt with the dead, and with me.
καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ᾿ ἐμοῦ·
The Lord grant you that ye may find rest each of you in the house of her husband: and she kissed them; and they lifted up their voice, and wept.
δῴη Κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
And they said to her, We will return with thee to thy people.
καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.
And Noemin said, Return now, my daughters; and why do ye go with me? have I yet sons in my womb to be your husbands?
καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
Turn now, my daughters, for I am too old to be married: for I said, Suppose I were married, and should bear sons;
ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,
would ye wait for them till they should be grown? or would ye refrain from being married for their sakes? Not so, my daughters; for I am grieved for you, that the hand of the Lord has gone forth against me.
μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.
And they lifted up their voice, and wept again; and Orpha kissed her mother-in-law and returned to her people; but Ruth followed her.
καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν ᾿Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.
And Noemin said to Ruth, Behold, thy sister-in-law has returned to her people and to her gods; turn now thou also after thy sister-in-law.
καὶ εἶπε Νωεμὶν πρὸς Ῥούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
And Ruth said, Intreat me not to leave thee, or to return from following thee; for whithersoever thou goest, I will go, and wheresoever thou lodgest, I will lodge; thy people [shall be] my people, and thy God my God.
εἶπε δὲ Ῥούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου·
And wherever thou diest, I will die, and there will I be buried: the Lord do so to me, and more also, [if I leave thee], for death [only] shall divide between me and thee.
καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.
And Noemin seeing that she was determined to go with her, ceased to speak to her any more.
ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
And they went both of them until they came to Bethleem: and it came to pass, when they arrived at Bethleem, that all the city rang with them, and they said, Is this Noemin?
ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν;
And she said to them, Nay, do not call me Noemin; call me ’Bitter,’ for the Mighty One has dealt very bitterly with me.
καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·
I went out full, and the Lord has brought me back empty: and why call ye me Noemin, whereas the Lord has humbled me and the Mighty One has afflicted me?
ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με.
So Noemin and Ruth the Moabitess, her daughter-in-law, returned from the country of Moab; and they came to Bethleem in the beginning of barley harvest.
καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ῥοὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.