Ruth 4

1

And Booz went up to the gate, and sat there; and behold, the relative passed by, of whom Booz spoke: and Booz said to him, Turn aside, sit down here, such a one: and he turned aside and sat down.

ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε.

2

And Booz took ten men of the elders of the city, and said, Sit ye here; and they sat down.

καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν.

3

And Booz said to the relative, [The matter regards] the portion of the field which was our brother Elimelech’s which was given to Noemin, now returning out of the land of Moab;

καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ᾿Ελιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,

4

and I said, I will inform thee, saying, Buy it before those that sit, and before the elders of my people: if thou wilt redeem it, redeem it, but if thou wilt not redeem it, tell me, and I shall know; for there is no one beside thee to do the office of a kinsman, and I am after thee: and he said, I am [here], I will redeem it.

κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.

5

And Booz said, In the day of thy buying the field of the hand of Noemin and of Ruth the Moabitess the wife of the deceased, thou must also buy her, so as to raise up the name of the dead upon his inheritance.

καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ῥοὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.

6

And the kinsman said, I shall not be able to redeem it for myself, lest I mar my own inheritance; do thou redeem my right for thyself, for I shall not be able to redeem [it].

καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.

7

And this [was] in former time the ordinance in Israel for redemption, and for a bargain, to confirm every word: A man loosed his shoe, and gave it to his neighbour that redeemed his right; and this was a testimony in Israel.

καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ ᾿Ισραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν ᾿Ισραήλ.

8

And the kinsman said to Booz, Buy my right for thyself: and he took off his shoe and gave it to him.

καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.

9

And Booz said to the elders and to all the people, Ye [are] this day witnesses, that I have bought all that was Elimelech’s, and all that belonged to Chelaion and Maalon, of the hand of Noemin.

καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ ᾿Ελιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·

10

Moreover I have bought for myself for a wife Ruth the Moabitess, the wife of Maalon, to raise up the name of the dead upon his inheritance; so the name of the dead shall not be destroyed from among his brethren, and from the tribe of his people: ye [are] this day witnesses.

καί γε Ῥοὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.

11

And all the people who were in the gate said, [We are] witnesses: and the elders said, The Lord make thy wife who goes into thy house, as Rachel and as Lia, who both [together] built the house of Israel, and wrought mightily in Ephratha, and there shall be a name [to thee] in Bethleem.

καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ῥαχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ ἐποίησαν δύναμιν ἐν ᾿Εφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ·

12

And let thy house be as the house of Phares, whom Thamar bore to Juda, of the seed which the Lord shall give thee of this handmaid.

καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ ᾿Ιούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.

13

And Booz took Ruth, and she became his wife, and he went in to her; and the Lord gave her conception, and she bore a son.

καὶ ἔλαβε Βοὸζ τὴν Ῥούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.

14

And the woman said to Noemin, Blessed [is] the Lord, who has not suffered a redeemer to fail thee this day, even to make thy name famous in Israel.

καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν ᾿Ισραήλ,

15

And he shall be to thee a restorer of thy soul, and one to cherish thy old age; for thy daughter-in-law which has loved thee, who is better to thee than seven sons, has born him.

καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.

16

And Noemin took the child and laid it in her bosom, and became a nurse to it.

καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.

17

And the neighbours gave it a name, saying, A son has been born to Noemin; and they called his name Obed; this [is] the father of Jessae the father of David.

καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ ᾿Ωβήδ· οὗτος πατὴρ ᾿Ιεσσαὶ πατρὸς Δαυίδ.

18

And these [are] the generations of Phares: Phares begot Esrom:

καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν ᾿Εσρώμ,

19

Esrom begot Aram; and Aram begot Aminadab.

᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράν, καὶ ᾿Αρὰν ἐγέννησε τὸν ᾿Αμιναδάβ,

20

And Aminadab begot Naasson; and Naasson begot Salmon.

καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν,

21

And Salmon begot Booz; and Booz begot Obed.

καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ,

22

And Obed begot Jessae; and Jessae begot David.

καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν Δαυίδ.