Song of Songs 1

1

The Song of songs, which is Solomon’s.

ΑΣΜΑ ἀσμάτων, ὅ ἐστι τῷ Σαλωμών.

2

Let him kiss me with the kisses of his mouth: for thy breasts are better than wine.

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

3

And the smell of thine ointments is better than all spices: thy name is ointment poured forth; therefore do the young maidens love thee.

καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

4

They have drawn thee: we will run after thee, for the smell of thine ointments: the king has brought me into closet: let us rejoice and be glad in thee; we will love thy breasts more than wine: righteousness loves thee.

εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.

5

I am black, but beautiful, ye daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon.

μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες ῾Ιερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών.

6

Look not upon me, because I am dark, because the sun has looked unfavourably upon me: my mother’s sons strove with me; they made me keeper in the vineyards; I have not kept my own vineyard.

μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

7

Tell me, [thou] whom my soul loves, where thou tendest thy flock, where thou causest [them] to rest at noon, lest I become as one that is veiled by the flocks of thy companions.

ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου.

8

If thou know not thyself, thou fair one among women, go thou forth by the footsteps of the flocks, and feed thy kids by the shepherd’s tents.

ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων.

9

I have likened thee, my companion, to my horses in the chariots of Pharao.

τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.

10

How are thy cheeks beautiful as [those] of a dove, thy neck as chains!

τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι;

11

We will make thee figures of gold with studs of silver.

ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.

12

So long as the king was at table, my spikenard gave forth its smell.

ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

13

My kinsman is to me a bundle of myrrh; he shall lie between my breasts.

ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται.

14

My kinsman is to me a cluster of camphor in the vineyards of Engaddi.

βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν ᾿Εγγαδδί.

15

Behold, thou art fair, my companion; behold, thou art fair; thine eyes are doves.

ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί.

16

Behold, thou art fair, my kinsman, yea, beautiful, overshadowing our bed.

ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος,

17

The beams of our house are cedars, our ceilings are of cypress.

δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.