Song of Songs 6

1

Whither is thy kinsman gone, thou beautiful among women? whither has thy kinsman turned aside? [tell us], and we will seek him with thee.

ΠΟΥ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ.

2

My kinsman is gone down to his garden, to the beds of spice, to feed [his flock] in the gardens, and to gather lilies.

᾿Αδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.

3

I am my kinsman’s, and my kinsman is mine, who feeds among the lilies.

ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.

4

Thou art fair, my companion, as Pleasure, beautiful as Jerusalem, terrible as [armies] set in array.

Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς ῾Ιερουσαλήμ, θάμβος ὡς τεταγμέναι.

5

Turn away thine eyes from before me, for they have ravished me: thy hair is as flocks of goats which have appeared from Galaad.

ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ.

6

Thy teeth are as flocks of shorn [sheep], that have gone up from the washing, all of them bearing twins, and there is none barren among them: thy lips are as a thread of scarlet, and thy speech is comely.

ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.

7

Thy cheek is like the rind of a pomegranate, [being seen] without thy veil.

ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον τῆς ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.

8

There are sixty queens, and eighty concubines, and maidens without number.

ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός.

9

My dove, my perfect one is one; she is the [only] one of her mother; she is the choice of her that bore her. The daughters saw her, and the queens will pronounce her blessed, yea, and the concubines, and they will praise her.

μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν.

10

Who is this that looks forth as the morning, fair as the moon, choice as the sun, terrible as [armies] set in array?

τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι;

11

I went down to the garden of nuts, to look at the fruits of the valley, to see if the vine flowered, [if] the pomegranates blossomed.

Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθισεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

12

There I will give thee my breasts: my soul knew [it] not: it made me as the chariots of Aminadab.

οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα ᾿Αμιναδάβ.