Tobit 9

1

Then Tobias called Raphael, and said unto him,

ΚΑΙ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ·

2

Brother Azarias, take with thee a servant, and two camels, and go to Rages of Media to Gabael, and bring me the money, and bring him to the wedding.

᾿Αζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον·

3

For Raguel hath sworn that I shall not depart.

διότι ὠμόμοκε Ῥαγουὴλ μὴ ἐξελθεῖν με,

4

But my father counteth the days; and if I tarry long, he will be very sorry.

καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.

5

So Raphael went out, and lodged with Gabael, and gave him the handwriting: who brought forth bags which were sealed up, and gave them to him.

καὶ ἐπορεύθη Ῥαφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφαγῖσι καὶ ἔδωκεν αὐτῷ.

6

And early in the morning they went forth both together, and came to the wedding: and Tobias blessed his wife.

καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.