Zechariah 5

1

And I turned, and lifted up mine eyes, and looked and behold a flying sickle.

ΚΑΙ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον.

2

And he said to me, What seest thou? And I said, I see a flying sickle, of the length of twenty cubits, and of the breadth of ten cubits.

καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα ἐγώ· ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.

3

And he said to me, This is the curse that goes forth over the face of the whole earth: for every thief shall be punished with death on this side, and every false swearer shall be punished on that side.

καὶ εἶπε πρός με· αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται·

4

And I will bring it forth, saith the Lord Almighty, and it shall enter into the house of the thief, and into the house of him that swears falsely by my name: and it shall rest in the midst of his house, and shall consume it, and the timber of it, and the stones of it.

καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

5

And the angel that talked with me went forth, and said to me, Lift up thine eyes, and see this that goes forth.

Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο.

6

And I said, What is it? And he said, This is the measure that goes forth. And he said, This is their iniquity in all the earth.

καὶ εἶπα· τί ἐστι; καὶ εἶπε· τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν· αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.

7

And behold a talent of lead lifted up: and behold a woman sat in the midst of the measure.

καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου.

8

And he said, This is iniquity. And he cast it into the midst of the measure, and cast the weight of lead on the mouth of it.

καὶ εἶπεν· αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου καὶ ἔρριψε τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.

9

And I lifted up mine eyes, and saw, and, behold, two women coming forth, and the wind was in their wings; and they had stork’s wings: and they lifted up the measure between the earth and the sky.

καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ.

10

And I said to the angel that spoke with me, Whither do these carry away the measure?

καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον;

11

And he said to me, To build it a house in the land of Babylon, and to prepare [a place for it]; and they shall set it there on its own base.

καὶ εἶπε πρός με· οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.