Genesis 44

1

AND Joseph charged the steward of his house, saying, Fill the men's sacks with food, as much as they can carry, and put the money of each in the mouth of his sack.

ΚΑΙ ἐνετείλατο ὁ ᾿Ιωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων· πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου

2

And put my silver cup into the sack of the youngest, and the price of his corn. And it was done according to the word of Joseph, as he said.

καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ρῆμα ᾿Ιωσήφ, καθὼς εἶπε.

3

The morning dawned, and the men were sent away, they and their asses.

τὸ πρωΐ διέφαυσε, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.

4

And when they had gone out of the city, [and] were not far off, then Joseph said to his steward, Arise, and pursue after the men; and thou shalt overtake them, and say to them, Why have ye returned evil for good?

ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν, καὶ ᾿Ιωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς· τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν;

5

Why have ye stolen my silver cup? is it not this out of which my lord drinks? and he divines augury with it; ye have accomplished evil in that which ye have done.

οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε.

6

And he found them, and spoke to them according to these words.

εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ρήματα ταῦτα.

7

And they said to him, Why does our lord speak according to these words? far be it from thy servants to do according to this word.

οἱ δὲ εἶπαν αὐτῷ· ἱνατί λαλεῖ ὁ κύριος κατὰ τὰ ρήματα ταῦτα; μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο.

8

If we brought back to thee out of the land of Chanaan the money which we found in our sacks, how should we steal silver or gold out of the house of thy lord?

εἰ τὸ μὲν ἀργύριον, ὁ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον;

9

With whomsoever of thy servants thou shalt find the cup, let him die; and, moreover, we will be servants to our lord.

παρ᾿ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παίδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν.

10

And he said, Now then it shall be as ye say; with whomsoever the cup shall be found, he shall be my servant, and ye shall be clear.

ὁ δὲ εἶπε· καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί.

11

And they hasted, and took down every man his sack on the ground, and they opened every man his sack.

καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.

12

And he searched, beginning from the eldest, until he came to the youngest; and he found the cup in Benjamin's sack.

ἠρεύνησε δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ Βενιαμίν.

13

And they rent their garments, and laid each man his sack on his ass, and returned to the city.

καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπί τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.

14

And Judas and his brethren came in to Joseph, while he was yet there, and fell on the ground before him.

εἰσῆλθε δὲ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς ᾿Ιωσήφ, ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.

15

And Joseph said to them, What is this thing that ye have done? know ye not that a man such as I can surely divine?

εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ;

16

And Judas said, What shall we answer to our lord, or what shall we say, or wherein should we be justified? whereas God has discovered the unrighteousness of thy servants; behold, we are slaves to our lord, both we and he with whom the cup has been found.

εἶπε δὲ ᾿Ιούδας· τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ.

17

And Joseph said, Far be it from me to do this thing; the man with whom the cup has been found, he shall be my servant; but do ye go up with safety to your father.

εἶπε δὲ ᾿Ιωσήφ· μή μοι γένοιτο ποιῆσαι τὸ ρῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς. ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.

18

And Judas drew near him, and said, I pray, Sir, let thy servant speak a word before thee, and be not angry with thy servant, for thou art next to Pharao.

᾿Εγγίσας δὲ αὐτῷ ᾿Ιούδας εἶπε· δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ρῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ.

19

Sir, thou askedst thy servants, saying, Have ye a father or a brother?

κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· εἰ ἔχετε πατέρα ἢ ἀδελφόν;

20

And we said to [my] lord, We have a father, an old man, and he has a son of his old age, a young one, and his brother is dead, and he alone has been left behind to his mother, and his father loves him.

καὶ εἴπαμεν τῷ κυρίῳ· ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρους νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.

21

And thou saidst to thy servants, Bring him down to me, and I will take care of him.

εἶπας δὲ τοῖς παισί σου· καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ.

22

And we said to [my] lord, The child will not be able to leave his father; but if he should leave his father, he will die.

καὶ εἴπαμεν τῷ κυρίῳ· οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται.

23

But thou saidst to thy servants, Except your younger brother come down with you, ye shall not see my face again.

σὺ δὲ εἶπας τοῖς παισί σου· ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου.

24

And it came to pass, when we went up to thy servant our father, we reported to him the words of our lord.

ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ρήματα τοῦ κυρίου ἡμῶν.

25

And our father said, Go again, and buy us a little food.

εἶπε δὲ ὁ πατὴρ ἡμῶν· βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.

26

And we said, We shall not be able to go down; but if our younger brother go down with us, we will go down; for we shall not be able to see the man's face, our younger brother not being with us.

ἡμεῖς δέ εἴπομεν· οὐ δυνησόμεθα καταβῆναι. ἀλλ᾿ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ᾿ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ ὄντος μεθ᾿ ἡμῶν.

27

And thy servant our father said to us, Ye know that my wife bore me two [sons];

εἶπε δὲ ὁ παῖς σου, ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς· ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνή·

28

and one is departed from me; and ye said that he was devoured of wild beasts, and I have not seen him until now.

καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾿ ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονε, καὶ οὐκ εἶδον αὐτὸν ἄχρι νῦν·

29

If then ye take this one also from my presence, and an affliction happen to him by the way, then shall ye bring down my old age with sorrow to the grave.

ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.

30

Now then, if I should go in to thy servant, and our father, and the boy should not be with us, (and his life depends on this [lad's] life)

νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθ᾿ ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς,

31

-- it shall even come to pass, when he sees the boy is not with us, [that] he will die, and thy servants will bring down the old age of thy servant, and our father, with sorrow to the grave.

καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδίον μεθ᾿ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου.

32

For thy servant has received the boy [in charge] from his father, saying, If I bring him not to thee, and place him before thee, I shall be guilty towards my father for ever.

ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον λέγων· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι εἰς τὸν πατέρα πάσας τάς ἡμέρας.

33

Now then I will remain a servant with thee instead of the lad, a domestic of my lord; but let the lad go up with his brethren.

νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν αὐτοῦ.

34

For how shall I go up to my father, the lad not being with us? lest I behold the evils which will befall my father.

πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ᾿ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου.