Genesis 45
AND Joseph could not refrain himself when all were standing by him, but said, Dismiss all from me; and no one stood near Joseph, when he made himself known to his brethren.
ΚΑΙ οὐκ ἠδύνατο ᾿Ιωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ᾿ εἶπεν· ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς τῷ ᾿Ιωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ.
And he uttered his voice with weeping; and all the Egyptians heard, and it was reported to the house of Pharao.
καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ.
And Joseph said to his brethren, I am Joseph; doth my father yet live? And his brethren could not answer him, for they were troubled.
εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἐγώ εἰμι ᾿Ιωσήφ. ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ.
And Joseph said to his brethren, Draw nigh to me; and they drew nigh; and he said, I am your brother Joseph, whom ye sold into Egypt.
εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τούς ἀδελφοὺς αὐτοῦ· ἐγγίσατε πρός με, καὶ ἤγγισαν. καὶ εἶπεν· ἐγώ εἰμι ᾿Ιωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον.
Now then be not grieved, and let it not seem hard to you that ye sold me hither, for God sent me before you for life.
νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν·
For this second year there is famine on the earth, and there are yet five years remaining, in which there is to be neither ploughing, nor mowing.
τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις οὐδὲ ἄμητος·
For God sent me before you, that there might be left to you a remnant upon the earth, even to nourish a great remnant of you.
ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.
Now then ye did not send me hither, but God; and he hath made me as a father of Pharao, and lord of all his house, and ruler of all the land of Egypt.
νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ἢ ὁ Θεός, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.
Hasten, therefore, and go up to my father, and say to him, These things saith thy son Joseph; God has made me lord of all the land of Egypt; come down therefore to me, and tarry not.
σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου ᾿Ιωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς·
And thou shalt dwell in the land of Gesem of Arabia; and thou shalt be near me, thou and thy sons, and thy sons' sons, thy sheep and thine oxen, and whatsoever things are thine.
καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ ᾿Αραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ οἱ βόες σου καὶ ὅσα σοι ἐστί,
And I will nourish thee there: for the famine is yet for five years; lest thou be consumed, and thy sons, and all thy possessions.
καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου.
Behold, your eyes see, and the eyes of my brother Benjamin, that it is my mouth that speaks to you.
ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.
Report, therefore, to my father all my glory in Egypt, and all things that ye have seen, and make haste and bring down my father hither.
ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε.
And he fell on his brother Benjamin's neck, and wept on him; and Benjamin wept on his neck.
καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.
And he kissed all his brethren, and wept on them; and after these things his brethren spoke to him.
καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.
And the report was carried into the house of Pharao, saying, Joseph's brethren are come; and Pharao was glad, and his household.
Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες· ἥκασιν οἱ ἀδελφοὶ ᾿Ιωσήφ. ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.
And Pharao said to Joseph, Say to thy brethren, Do this; fill your wagons, and depart into the land of Chanaan.
εἶπε δὲ Φαραὼ πρὸς ᾿Ιωσήφ· εἰπὸν τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν
And take up your father, and your possessions, and come to me; and I will give you of all the goods of Egypt, and ye shall eat the marrow of the land.
καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς.
And do thou charge them thus; that they should take for them wagons out of the land of Egypt, for your little ones, and for your wives; and take up your father, and come.
σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶν ὑμῶν. καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε·
And be not sparing in regard to your property, for all the good of Egypt shall be yours.
καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.
And the children of Israel did so; and Joseph gave to them wagons, according to the words spoken by king Pharao; and he gave them provision for the journey.
ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ᾿Ισραήλ· ἔδωκε δὲ ᾿Ιωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν,
And he gave to them all two sets of raiment apiece; but to Benjamin he gave three hundred pieces of gold, and five changes of raiment.
καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς,
And to his father he sent [presents] at the same rate, and ten asses, bearing some of all the good things of Egypt, and ten mules, bearing bread for his father for thy journey.
καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.
And he sent away his brethren, and they went; and he said to them, Be not angry by the way.
ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.
And they went up out of Egypt, and came into the land of Chanaan, to Jacob their father.
Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς ᾿Ιακὼβ τὸν πατέρα αὐτῶν,
And they reported to him, saying, Thy son Joseph is living, and he is ruler over all the land of Egypt; and Jacob was amazed, for he did not believe them.
καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ὅτι ὁ υἱός σου ᾿Ιωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη τῇ διανοίᾳ ᾿Ιακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
But they spoke to him all the words uttered by Joseph, whatsoever he said to them; and having seen the chariots which Joseph sent to take him up, the spirit of Jacob their father revived.
ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ρηθέντα ὑπὸ ᾿Ιωσήφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησε τὸ πνεῦμα ᾿Ιακὼβ τοῦ πατρὸς αὐτῶν.
And Israel said, It is a great thing for me if Joseph my son is yet alive. I will go and see him before I die.
εἶπε δὲ ᾿Ισραήλ· μέγα μοί ἐστιν, εἰ ἔτι ᾿Ιωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.