Numbers 17
and to Eleazar the son of Aaron the priest, Take up the brazen censers out of the midst of the men that have been burnt, and scatter the strange fire yonder, for they have sanctified the censers
καὶ πρὸς ᾿Ελεάζαρ τὸν υἱὸν ᾿Ααρὼν τὸν ἱερέα· ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ,
of these sinners against their own souls, and do thou make them beaten plates a covering to the altar, because they were brought before the Lord and hallowed; and they became a sign to the children of Israel.
ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς ᾿Ισραήλ.
And Eleazar the son of Aaron the priest took the brazen censers, which the men who had been burnt brought near, and they put them as a covering on the altar:
καὶ ἔλαβεν ᾿Ελεάζαρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
a memorial to the children of Israel that no stranger might draw nigh, who is not of the seed of Aaron, to offer incense before the Lord; so he shall not be as Core and as they that conspired with him, as the Lord spoke to him by the hand of Moses.
μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος ᾿Ααρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
And the children of Israel murmured the next day against Moses and Aaron, saying, Ye have killed the people of the Lord.
Καὶ ἐγόγγυσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν λέγοντες· ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.
And it came to pass when the congregation combined against Moses and Aaron, that they ran impetuously to the tabernacle of witness; and the cloud covered it, and the glory of the Lord appeared.
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα Κυρίου.
And Moses and Aaron went in, in front of the tabernacle of witness.
καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.
Depart out of the midst of this congregation, and I will consume them at once: and they fell upon their faces.
ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
And Moses said to Aaron, Take a censer, and put on it fire from the altar, and put incense on it, and carry it away quickly into the camp, and make atonement for them; for wrath is gone forth from the presence of the Lord, it has begun to destroy the people.
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· λάβε τὸ πυρεῖον καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.
And Aaron took as Moses spoke to him, and ran among the congregation, for already the plague had begun among the people; and he put on incense, and made an atonement for the people.
καὶ ἔλαβεν ᾿Ααρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
And he stood between the dead and the living, and the plague ceased.
καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.
And they that died in the plague were fourteen thousand and seven hundred, besides those that died on account of Core.
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.
And Aaron returned to Moses to the door of the tabernacle of witness, and the plague ceased.
καὶ ἐπέστρεψεν ᾿Ααρών πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.
Speak to the children of Israel, and take rods of them, according to the houses of their families, a rod from all their princes, according to the houses of their families, twelve rods, and write the name of each on his rod.
λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λάβε παρ’ αὐτῶν ῥάβδον ράβδον κατ’ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ράβδου.
And write the name of Aaron on the rod of Levi; for it is one rod [for each]: they shall give [them] according to the tribe of the house of their families.
καὶ τὸ ὄνομα ᾿Ααρὼν ἐπίγραψον ἐπὶ τῆς ράβδου Λευί· ἔστι γὰρ ράβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.
And thou shalt put them in the tabernacle of witness, before the testimony, where I will be made known to thee.
καὶ θήσεις αὐτὰς ἐν τῇσκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
And it shall be, the man whom I shall choose, his rod shall blossom; and I will remove from me the murmuring of the children of Israel, which they murmur against you.
καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἂν ἐκλέξωμαι αὐτόν, ἡ ράβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ’ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν ᾿Ισραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ’ ὑμῖν.
And Moses spoke to the children of Israel, and all their chiefs gave him a rod [each], for one chief a rod, according to the house of their families, twelve rods; and the rod of Aaron [was] in the midst of the rods.
καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ράβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ράβδον κατ’ ἄρχοντα, κατ’ οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἡ ράβδος ᾿Ααρὼν ἀνὰ μέσον τῶν ράβδων αὐτῶν.
And Moses laid up the rods before the Lord in the tabernacle of witness.
καὶ ἀπέθηκε Μωυσῆς τὰς ράβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
And it came to pass on the morrow, that Moses and Aaron went into the tabernacle of witness; and, behold, the rod of Aaron for the house of Levi blossomed, and put forth a bud, and bloomed blossoms and produced almonds.
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ράβδος ᾿Ααρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα.
And Moses brought forth all the rods from before the Lord to all the sons of Israel; and they looked, and each one took his rod.
καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ράβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ράβδον αὐτοῦ.
And the Lord said to Moses, Lay up the rod of Aaron before the testimonies to be kept as a sign for the children of the disobedient; and let their murmuring cease from me, and they shall not die.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀπόθες τὴν ράβδον ᾿Ααρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.
And Moses and Aaron did as the Lord commanded Moses, so did they.
καὶ ἐποίησε Μωυσῆς καὶ ᾿Ααρών, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
And the children of Israel spoke to Moses, saying, Behold, we are cut off, we are destroyed, we are consumed.
καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Μωυσῆν λέγοντες· ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
Every one that touches the tabernacle of the Lord, dies: shall we die utterly?
πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;