Numbers 18

1

And the Lord spoke to Aaron, saying, Thou and thy sons and thy father’s house shall bear the sins of the holy things, and thou and thy sons shall bear the iniquity of your priesthood.

ΚΑΙ εἶπε Κύριος πρὸς ᾿Ααρὼν λέγων· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.

2

And take to thyself thy brethren the tribe of Levi, the family of thy father, and let them be joined to thee, and let them minister to thee; and thou and thy sons with thee [shall minister] before the tabernacle of witness.

καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευί, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.

3

And they shall keep thy charges, and the charges of the tabernacle; only they shall not approach the holy vessels and the altar, so both they and you shall not die.

καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.

4

And they shall be joined to thee, and shall keep the charges of the tabernacle of witness, in all the services of the tabernacle; and a stranger shall not approach to thee.

καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.

5

And ye shall keep the charges of the holy things, and the charges of the altar, and [so] there shall not be anger among the children of Israel.

καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς ᾿Ισραήλ.

6

And I have taken your brethren the Levites out of the midst of the children of Israel, a present given to the Lord, to minister in the services of the tabernacle of witness.

καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν ᾿Ισραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·

7

And thou and thy sons after thee shall keep up your priestly ministration, according to the whole manner of the altar, and that which is within the veil; and ye shall minister in the services as the office of your priesthood; and the stranger that comes near shall die.

καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

8

And the Lord said to Aaron, And, behold, I have given you the charge of the first-fruits of all things consecrated to me by the children of Israel; and I have given them to thee as an honour, and to thy sons after thee for a perpetual ordinance.

Καὶ ἐλάλησε Κύριος πρὸς ᾿Ααρών· καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν ᾿Ισραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον.

9

And let this be to you from all the holy things that are consecrated [to me, even] the burnt-offerings, from all their gifts, and from all their sacrifices, and from every trespass-offering of theirs, and from all their sin-offerings, whatever things they give to me of all their holy things, they shall be thine and thy sons’.

καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καί τοῖς υἱοῖς σου.

10

In the most holy place shall ye eat them; every male shall eat them, thou and thy sons: they shall be holy to thee.

ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.

11

And this shall be to you of the first-fruits of their gifts, of all the wave-offerings of the children of Israel; to thee have I given them and to thy sons and thy daughters with thee, a perpetual ordinance; every clean person in thy house shall eat them.

καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν ᾿Ισραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

12

Every first-offering of oil, and every first-offering of wine, their first-fruits of corn, whatsoever they may give to the Lord, to thee have I given them.

πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά.

13

All the first-fruits that are in their land, whatsoever they shall offer to the Lord, shall be thine: every clean person in thy house shall eat them.

τὰ πρωτογεννήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

14

Every devoted thing among the children of Israel shall be thine.

πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς ᾿Ισραὴλ σοὶ ἔσται.

15

And every thing that opens the womb of all flesh, whatsoever they bring to the Lord, whether man or beast, shall be thine: only the first-born of men shall be surely redeemed, and thou shalt redeem the first-born of unclean cattle.

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.

16

And the redemption of them [shall be] from a month old; their valuation of five shekels-- it is twenty oboli according to the holy shekel.

καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσιν ὀβολοί εἰσι.

17

But thou shalt not redeem the first-born of calves and the first-born of sheep and the first-born of goats; they are holy: and thou shalt pour their blood upon the altar, and thou shalt offer the fat as a burnt-offering for a smell of sweet savour to the Lord.

πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ, ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ,

18

And the flesh shall be thine, as also the breast of the wave-offering and as the right shoulder, it shall be thine.

καὶ τὰ κρέα ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται.

19

Every special offering of the holy things, whatsoever the children of Israel shall specially offer to the Lord, I have given to thee and to thy sons and to thy daughters with thee, a perpetual ordinance: it is a covenant of salt for ever before the Lord, for thee and thy seed after thee.

πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ ᾿Ισραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

20

And the Lord said to Aaron, Thou shalt have no inheritance in their land, neither shalt thou have any portion among them; for I [am] thy portion and thine inheritance in the midst of the children of Israel.

Καὶ ἐλάλησε Κύριος πρὸς ᾿Ααρών· ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν ᾿Ισραήλ.

21

And, behold, I have given to the sons of Levi every tithe in Israel for an inheritance for their services, whereinsoever they perform ministry in the tabernacle of witness.

καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν ᾿Ισραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

22

And the children of Israel shall no more draw nigh to the tabernacle of witness to incur fatal guilt.

καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ ᾿Ισραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.

23

And the Levite himself shall perform the service of the tabernacle of witness; and they shall bear their iniquities, it is a perpetual statute throughout their generations; and in the midst of the children of Israel they shall not receive an inheritance.

καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ οὐ κληρονομήσουσι κληρονομίαν·

24

Because I have given as a distinct portion to the Levites for an inheritance the tithes of the children of Israel, whatsoever they shall offer to the Lord; therefore I said to them, In the midst of the children of Israel they shall have no inheritance.

ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν ᾿Ισραήλ, ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ οὐ κληρονομήσουσι κλῆρον.

25

And the Lord spoke to Moses, saying,

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

26

Thou shalt also speak to the Levites, and shalt say to them, If ye take the tithe from the children of Israel, which I have given you from them for an inheritance, then shall ye separate from it a heave-offering to the Lord, a tenth of the tenth.

καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἐὰν λάβητε παρὰ τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ’ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα Κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.

27

And your heave-offerings shall be reckoned to you as corn from the floor, and an offering from the wine-press.

καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.

28

So shall ye also separate them from all the offerings of the Lord out of all your tithes, whatsoever ye shall receive from the children of Israel; and ye shall give of them an offering to the Lord to Aaron the priest.

οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν ᾿Ισραήλ, καὶ δώσετε ἀπ’ αὐτῶν ἀφαίρεμα Κυρίῳ ᾿Ααρὼν τῷ ἱερεῖ.

29

Of all your gifts ye shall offer an offering to the Lord, and of every first-fruit the consecrated part from it.

ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ’ αὐτοῦ.

30

And thou shalt say to them, When ye shall offer the first-fruits from it, then shall it be reckoned to the Levites as produce from the threshing-floor, and as produce from the wine-press.

καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ.

31

And ye shall eat it in any place, ye and your families; for this is your reward for your services in the tabernacle of witness.

καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

32

And ye shall not bear sin by reason of it, for ye shall have offered an offering of first-fruits from it, and ye shall not profane the holy things of the children of Israel, that ye die not.

καὶ οὐ λήψεσθε δι’ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν ᾿Ισραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.