Zechariah 1
In the eighth month, in the second year of [the reign of] Darius, the word of the Lord came to Zacharias, the son of Barachias, the son of Addo, the prophet, saying,
ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων·
The Lord has been very angry with your fathers.
ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην,
And thou shalt say to them, Thus saith the Lord Almighty: Turn to me, saith the Lord of hosts, and I will turn to you, saith the Lord of hosts.
καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.
And be ye not as your fathers, whom the prophets before charged, saying, Thus saith the Lord Almighty: Turn ye from your evil ways, and from your evil practices: but they hearkened not, and attended not to hearken to me, saith the Lord.
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
Where are your fathers, and the prophets? Will they live for ever?
οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;
But do ye receive my words and mine ordinances, all that I command by my Spirit to my servants the prophets, who lived in the days of your fathers; and they answered and said, As the Lord Almighty determined to do to us, according to our ways, and according to our practices, so has he done to us.
πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν· καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.
On the twenty-fourth [day] in the eleventh month, this is the month Sabat, in the second year of [the reign of] Darius, the word of the Lord came to Zacharias, the son of Barachias, the son of Addo, the prophet, saying,
Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνί [οὗτός ἐστιν ὁ μὴν Σαβάτ] ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων·
I saw by night, and behold a man mounted on a red horse, and he stood between the shady mountains; and behind him were red horses, and grey, and piebald, and white.
ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.
And I said, What are these, [my] lord? And the angel spoke with me said to me, I will shew thee what these [things] are.
καὶ εἶπα· τί οὗτοι, Κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα.
And the man that stood between the mountains answered, and said to me, These are [they] whom the Lord has sent forth to go round the earth.
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν.
And they answered the angel of the Lord that stood between the mountains, and said, We have gone round all the earth, and, behold, all the earth is inhabited, and is at rest.
καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἠσυχάζει.
Then the angel of the Lord answered and said, O Lord Almighty, how long wilt thou have no mercy on Jerusalem, and the cities of Juda, which thou has disregarded these seventy years?
καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;
And the Lord Almighty answered the angel that spoke with me good words and consolatory sayings.
καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.
And the angel that spoke with me said to me, Cry out and say, Thus saith the Lord Almighty; I have been jealous for Jerusalem and Sion with great jealousy.
καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν
And I am very angry with the heathen that combine to attack [her]: forasmuch as I indeed was a little angry, but they combined to attack [her] for evil.
καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.
Therefore thus saith the Lord: I will return to Jerusalem with compassion; and my house shall be rebuilt in her, saith the Lord Almighty, and a measuring line shall yet be stretched out over Jerusalem.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ ῾Ιερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ ῾Ιερουσαλὴμ ἔτι.
And the angel that spoke with me said to me, Cry yet, and say, Thus saith the Lord Almighty; Yet shall cities be spread abroad through prosperity; and the Lord shall yet have mercy upon Sion, and shall choose Jerusalem.
καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἔτι ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν ῾Ιερουσαλήμ.