Zechariah 2

1

And I lifted up mine eyes and looked, and behold four horns.

ΚΑΙ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα.

2

And I said to the angel that spoke with me, What are these things, [my] lord? And he said to me, These are the horns that have scattered Juda, and Israel, and Jerusalem.

καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρός με· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδαν καὶ τὸν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλήμ.

3

And the Lord shewed me four artificers.

καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας.

4

And I said, What are these coming to do? And he said, These are the horns that scattered Juda, and they broke Israel in pieces, and none of them lifted up his head: and these are come forth to sharpen them for their hands, [even] the four horns, the nations that lifted up the horn against the land of the Lord to scatter it.

καὶ εἶπα· τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδα καὶ τὸν ᾿Ισραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν.

5

And I lifted up mine eyes, and looked, and behold a man, and in his hand a measuring line.

Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.

6

And I said to him, Whither goest thou? And he said to me, To measure Jerusalem, to see what is the breadth of it, and what is the length of it.

καὶ εἶπα πρὸς αὐτόν· ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρός με· διαμετρῆσαι τὴν ῾Ιερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος.

7

And, behold, the angel that spoke with me stood [by], and another angel went forth to meet him,

καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ.

8

and spoke to him, saying, Run and speak to that young man, saying, Jerusalem shall be fully inhabited by reason of the abundance of men and cattle in the midst of her.

καὶ εἶπε πρὸς αὐτὸν λέγων· δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων· κατακάρπως κατοικηθήσεται ῾Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

9

And I will be to her, saith the Lord, a wall of fire round about, and I will be for a glory in the midst of her.

καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

10

Ho, ho, flee from the land of the north, saith the Lord: for I will gather you from the four winds of heaven, saith the Lord,

ὦ ὦ φεύγετε ἀπὸ γῆς Βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος·

11

[even] to Sion: deliver yourselves, ye that dwell [with] the daughter of Babylon.

εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.

12

For thus saith the Lord Almighty; After the glory has he sent me to the nations that spoiled you: for he that touches you is as one that touches the apple of his eye.

διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

13

For, behold, I bring my hand upon them, and they shall be a spoil to them that serve them: and ye shall know that the Lord Almighty has sent me.

διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ᾿ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.

14

Rejoice and be glad, O daughter of Sion: for, behold, I come, and will dwell in the midst of thee, saith the Lord.

τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.

15

And many nations shall flee for refuge to the Lord in that day, and they shall be for a people to him, and they shall dwell in the midst of thee: and thou shalt know that the Lord Almighty has sent me to thee.

καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε.

16

And the Lord shall inherit Juda his portion in the holy [land], and he will yet choose Jerusalem.

καὶ κατακληρονομήσει Κύριος τὸν ᾿Ιούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν ῾Ιερουσαλήμ.

17

Let all flesh fear before the Lord: for he has risen up from his holy clouds.

εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.